Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.145 Joseph. AJ 16.150 (English) >>Joseph. AJ 16.156

16.148Ἀντιοχεῦσι δὲ τοῖς ἐν Συρίᾳ μεγίστην πόλιν οἰκοῦσιν, ἣν κατὰ μῆκος τέμνει πλατεῖα, ταύτην αὐτὴν στοαῖς παρʼ ἑκάτερα καὶ λίθῳ τὴν ὕπαιθρον ὁδὸν ξεστῷ καταστορέσας πλεῖστον εἰς κόσμον καὶ τὴν τῶν οἰκούντων εὐχρηστίαν ὠφέλησεν. 16.149τόν γε μὴν Ὀλυμπίασιν ἀγῶνα πολὺ τῆς προσηγορίας ἀδοξότερον ὑπʼ ἀχρηματίας διατεθειμένον τιμιώτερον ἐποίει χρημάτων προσόδους καταστήσας καὶ πρὸς θυσίας καὶ τὸν ἄλλον κόσμον ἐσεμνοποίησεν τὴν πανήγυριν. διὰ δὴ ταύτην τὴν φιλοτιμίαν διηνεκὴς ἀγωνοθέτης παρὰ τοῖς Ἠλείοις ἀνεγράφη. 16.150

Τοῖς μὲν οὖν ἄλλοις ἐπέρχεται θαυμάζειν τὸ διεστὸς τῆς ἐν τῇ φύσει προαιρέσεως· ὅταν μὲν γὰρ εἰς τὰς φιλοτιμίας καὶ τὰς εὐεργεσίας ἀπίδωμεν, αἷς ἐκέχρητο πρὸς ἅπαντας ἀνθρώπους, οὐκ ἔστιν ὅπως οὐκ ἄν τις αὐτὸν καὶ τῶν ἔλαττον τετιμημένων ἠρνήθη μὴ συνομολογεῖν εὐεργετικωτάτῃ κεχρῆσθαι τῇ φύσει. 16.151ὅταν δὲ εἰς τὰς τιμωρίας καὶ ἀδικίας, ἃς εἰς τοὺς ἀρχομένους καὶ τοὺς οἰκειοτάτους ἐπεδείξατο βλέψῃ καὶ καταμάθῃ τὸ σκληρὸν καὶ τὸ δυσπαράκλητον τοῦ τρόπου, νικηθήσεται θηριώδη δοκεῖν καὶ πάσης μετριότητος ἀλλότριον. 16.152ἔνθεν καὶ διάφορόν τινα καὶ μαχομένην ἐπʼ αὐτῷ νομίζουσιν γενέσθαι τὴν προαίρεσιν. ἐγὼ δʼ οὐχ οὕτως ἔχων μίαν αἰτίαν ἀμφοτέρων τούτων ὑπολαμβάνω· 16.153φιλότιμος γὰρ ὢν καὶ τούτου τοῦ πάθους ἡττημένος ἰσχυρῶς, προήγετο μὲν εἰς μεγαλοψυχίαν, εἴ που μνήμης εἰς αὖθις κατὰ τὸ παρὸν εὐφημίας ἐλπὶς ἐμπέσοι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.145 Joseph. AJ 16.150 (English) >>Joseph. AJ 16.156

Powered by PhiloLogic